1 Enoch 10-11: the sentence on the Watchers and the renewal of the earth
1 Enoch 10-11 · Book of the Watchers
Ἑνώχ
This edition presents the verbatim Greek (Ancient) text of the passage beside a fresh English rendering and a critical apparatus. It is a provisional scholarly draft, released openly for correction and not yet reviewed by a credentialed editor.
The apparatus carries a running commentary, notes on the controlled vocabulary and the rendering chosen for each term, any doctrinally-live ambiguity preserved with both readings, and cross-references to the lexicon. The original-language text is reproduced verbatim from the digital source credited in the provenance line of this page; any modern English translation still under copyright is cited as a comparand only.
[Pan.] (10:6) καὶ ἐν τῇ ἡμέρᾳ τῆς μεγάλης τῆς κρίσεως ἀπαχθήσεται εἰς τὸν ἐνπυρισμόν. (10:7) καὶ ἰαθήσεται ἡ γῆ, ἣν ἠφάνισαν οἱ ἄγγελοι, καὶ τὴν ἴασιν τῆς γῆς δήλωσον, ἵνα ἰάσωνται τὴν πληγήν, ἵνα μὴ ἀπόλωνται πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν τῷ μυστηρίῳ ὅλῳ ᾧ ἐπέταξαν οἱ ἐγρήγοροι καὶ ἔδειξαν τοὺς υἱοὺς αὐτῶν, (10:8) καὶ ἠρημώθη πᾶσα ἡ γῆ ἀφανισθεῖσα ἐν τοῖς ἔργοις τῆς διδασκαλίας Ἀζαήλ· καὶ ἐπ’ αὐτῷ γράψον τὰς ἁμαρτίας πάσας. (10:9) Καὶ τῷ Γαβριὴλ εἶπεν ὁ κύριος Πορεύου ἐπὶ τοὺς μαζηρέους, ἐπὶ τοὺς κιβδήλους καὶ τοὺς υἱοὺς τῆς πορνείας, καὶ ἀπόλεσον τοὺς υἱοὺς τῶν ἐγρηγόρων ἀπὸ τῶν ἀνθρώπων· πέμψον αὐτοὺς ἐν πολέμῳ ἀπωλείας. μακρότης γὰρ ἡμερῶν οὐκ ἔστιν αὐτῶν (10:10) καὶ πᾶσα ἐρώτησις [οὐκ] ἔσται τοῖς πατράσιν αὐτῶν καὶ περὶ αὐτῶν, ὅτι ἐλπίζουσιν ζῆσαι ζωὴν αἰώνιον, καὶ ὅτι ζήσεται ἕκαστος αὐτῶν ἔτη πεντακόσια.
[Pan.] (10:11) Καὶ εἶπεν Μιχαήλ Πορεύου καὶ δήλωσον Σεμιαζᾷ καὶ τοῖς λοιποῖς τοῖς σὺν αὐτῷ ταῖς γυναιξὶν μιγεῖσιν, μιανθῆναι ἐν αὐταῖς ἐν τῇ ἀκαθαρσίᾳ αὐτῶν· (10:12) καὶ ὅταν κατασφαγῶσιν οἱ υἱοὶ αὐτῶν καὶ ἴδωσιν τὴν ἀπώλειαν τῶν ἀγαπητῶν, καὶ δῆσον αὐτοὺς ἑβδομήκοντα γενεὰς εἰς τὰς νάπας τῆς γῆς μέχρι ἡμέρας κρίσεως αὐτῶν καὶ συντελεσμοῦ, ἕως τελεσθῇ τὸ κρίμα τοῦ αἰῶνος τῶν αἰώνων. (10:13) τότε ἀπαχθήσονται εἰς τὸ χάος τοῦ πυρὸς καὶ εἰς τὴν βάσανον καὶ εἰς τὸ δεσμωτήριον συνκλείσεως αἰῶνος. (10:14) καὶ ὃς ἂν κατακαυθῇ καὶ ἀφανισθῆ ἀπὸ τοῦ νῦν, μετ’ αὐτῶν ὁμοῦ δεθήσονται μέχρι τελειώσεως γενεᾶς. (10:15) ἀπόλεσον πάντα τὰ πνεύματα τῶν κιβδήλων καὶ τοὺς υἱοὺς τῶν ἐγρηγόρων διὰ τὸ ἀδικῆσαι τοὺς ἀνθρώπους. (10:16) καὶ ἀπόλεσον τὴν ἀδικίαν πᾶσαν ἀπὸ τῆς γῆς, καὶ πᾶν ἔργον πονηρίας ἐκλειπέτω, καὶ ἀναφανήτω τὸ φυτὸν τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας εἰς τοὺς αἰῶνας· μετὰ χαρᾶς φυτευθήσεται.
[Pan.] (10:17) Καὶ νῦν πάντες οἱ δίκαιοι ἐκφεύξονται, καὶ ἔσονται ζῶντες ἕως γεννήσωσιν χιλιάδας, καὶ πᾶσαι αἱ ἡμέραι νεότητος αὐτῶν, καὶ τὰ σάββατα αὐτῶν μετὰ εἰρήνης πληρώσουσιν. (10:18) τότε ἐργασθήσεται πᾶσα ἡ γῆ ἐν δικαιοσύνῃ καὶ καταφυτευθήσεται δένδρον ἐν αὐτῇ, καὶ πλησθήσεται εὐλογίας. (10:19) καὶ πάντα τὰ δένδρα τῆς γῆς ἀγαλλιάσονται· φυτευθήσεται, καὶ ἔσονται φυτεύοντες ἀμπέλους, καὶ ἡ ἄμπελος ἣν ἂν φυτεύσωσιν, ποιήσουσιν πρόχους οἴνου χιλιάδας καὶ σπόρου ποιήσει καθ’ ἕκαστον μέτρον, ἐλαίας ποιήσει ἀνὰ βάτους δέκα. (10:20) καὶ σὺ καθάρισον τὴν γῆν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἀπὸ πάσης ἀδικίας καὶ ἀπὸ πάσης ἁμαρτίας καὶ ἀσεβείας, καὶ πάσας τὰς ἀκαθαρσίας τὰς γινομένας ἐπὶ τῆς γῆς ἐξάλειψον. (10:21) καὶ ἔσονται πάντες λατρεύοντες οἱ λαοὶ καὶ εὐλογοῦντες πάντες ἐμοὶ καὶ προσκυνοῦντες.
[Pan.] (10:22) καὶ καθαρισθήσεται πᾶσα ἡ γῆ ἀπὸ παντὸς μιάσματος καὶ ἀπὸ πάσης ἀκαθαρσίας καὶ ὀργῆς καὶ μάστιγος, καὶ οὐκέτι πέμψω ἐπ’ αὐτοὺς εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
[Sync.] (10:1) Τότε ὁ ὕψιστος εἶπε καὶ ὁ ἅγιος ὁ μέγας ἐλάλησε, καὶ ἔπεμψε τὸν Οὐριὴλ πρὸς τὸν υἱὸν Λάμεχ λέγων (10:2) Πορεύου πρὸς τὸν Νῶε καὶ εἶπον αὐτῷ τῷ ἐμῷ ὀνόματι Κρύψον σεαυτόν, καὶ δήλωσον αὐτῷ τέλος ἐπερχόμενον, ὅτι ἡ γῆ ἀπόλλυται πᾶσα· καὶ εἶπον αὐτῷ ὅτι κατακλυσμὸς μέλλει γίνεσθαι πάσης τῆς γῆς, ἀπολέσαι πάντα ἀπὸ προσώπου τῆς γῆς. (10:3) δίδαξον τὸν δίκαιον τί ποιήσει, τὸν υἱὸν Λάμεχ, καὶ τὴν ψυχὴν αὐτοῦ εἰς ζωὴν συντηρήσει, καὶ ἐκφεύξεται δι’ αἰῶνος, καὶ ἐξ αὐτοῦ φυτευθήσεται φύτευμα καὶ σταθήσεται πάσας τὰς γενεὰς τοῦ αἰῶνος. (10:4) Καὶ τῷ Ῥαφαὴλ εἶπε Πορεύου, Ῥαφαήλ, καὶ δῆσον τὸν Ἀζαήλ· χερσὶ καὶ ποσὶ συμπόδισον αὐτόν, καὶ ἔμβαλε αὐτὸν εἰς τὸ σκότος, καὶ ἄνοιξον τὴν ἔρημον τὴν οὖσαν ἐν τῇ ἐρήμῳ Δουδαήλ, καὶ ἐκεῖ πορευθεὶς βάλε αὐτόν.
[Sync.] (10:5) καὶ ὑπόθες αὐτῷ λίθους ὀξεῖς καὶ λίθους τραχεῖς καὶ ἐπικάλυψον αὐτῷ σκότος, καὶ οἰκησάτω ἐκεῖ εἰς τὸν αἰῶνα καὶ τὴν ὄψιν αὐτοῦ πώμασον καὶ φῶς μὴ θεωρείτω· (10:6) καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπαχθήσεται εἰς τὸν ἐμπυρισμὸν τοῦ πυρός. (10:7) καὶ ἴασαι τὴν γῆν ἣν ἠφάνισαν οἱ ἐγρήγοροι, καὶ τὴν ἴασιν τῆς πληγῆς δήλωσον, ἵνα ἰάσωνται τὴν πληγὴν καὶ μὴ ἀπόλωνται πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν τῷ μυστηρίῳ ὃ εἶπον οἱ ἐγρήγοροι καὶ ἐδίδαξαν τοὺς υἱοὺς αὐτῶν, (10:8) καὶ ἠρημώθη πᾶσα ἡ γῆ ἐν τοῖς ἔργοις τῆς διδασκαλίας Ἀζαήλ· καὶ ἐπ’ αὐτῇ γράψον πάσας τὰς ἁμαρτίας. (10:9) Καὶ τῷ Γαβριὴλ εἶπε Πορεύου, Γαβριήλ, ἐπὶ τοὺς γίγαντας, ἐπὶ τοὺς κιβδήλους, ἐπὶ τοὺς υἱοὺς τῆς πορνείας, καὶ ἀπόλεσον τοὺς υἱοὺς τῶν ἐγρηγόρων ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· πέμψον αὐτοὺς εἰς ἀλλήλους, ἐξ αὐτῶν εἰς αὐτούς, ἐν πολέμῳ καὶ ἐν ἀπωλείᾳ. καὶ μακρότης ἡμερῶν οὐκ ἔσται αὐτοῖς,
[Sync.] (10:10) καὶ πᾶσα ἐρώτησις οὐκ ἔστι τοῖς πατράσιν αὐτῶν, ὅτι ἐλπίζουσι ζῆσαι ζωὴν αἰώνιον, καὶ ὅτι ζήσεται ἕκαστος αὐτῶν ἔτη πεντακόσια. (10:11) καὶ τῷ Μιχαὴλ εἶπε Πορεύου, Μιχαήλ, δῆσον Σεμιαζᾶν καὶ τοὺς ἄλλους σὺν αὐτῷ τοὺς συμμιγέντας ταῖς θυγατράσι τῶν ἀνθρώπων τοῦ μιανθῆναι ἐν αὐταῖς ἐν τῇ ἀκαθαρσίᾳ αὐτῶν. (10:12) καὶ ὅταν κατασφαγῶσιν οἱ υἱοὶ αὐτῶν καὶ ἴδωσι τὴν ἀπώλειαν τῶν ἀγαπητῶν αὐτῶν, δῆσον αὐτοὺς ἐπὶ ἑβδομήκοντα γενεὰς εἰς τὰς νάπας τῆς γῆς μέχρι ἡμέρας κρίσεως αὐτῶν, μέχρι ἡμέρας τελειώσεως τελεσμοῦ, ἕως συντελεσθῇ κρίμα τοῦ αἰῶνος τῶν αἰώνων. (10:13) τότε ἀπενεχθήσονται εἰς τὸ χάος τοῦ πυρὸς καὶ εἰς τὴν βάσανον καὶ εἰς τὸ δεσμωτήριον τῆς συγκλείσεως τοῦ αἰῶνος. (10:14) καὶ ὃς ἂν κατακρίθῃ καὶ ἀφανισθῇ ἀπὸ τοῦ νῦν, μετ’ αὐτῶν δεθήσεται μέχρι τελειώσεως γενεᾶς αὐτῶν. παρὰ δὲ τοῦ ὄρους ἐν ᾧ ὤμοσαν καὶ ἀνεθεμάτισαν πρὸς τὸν πλησίον αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα οὐ μὴ ἀποστῇ ἀπ’ αὐτοῦ ψῦχος καὶ χιὼν καὶ πάχνη, καὶ δρόσος οὐ μὴ καταβῇ εἰς αὐτό, εἰ μὴ εἰς κατάραν καταβήσεται ἐπ’ αὐτό, μέχρις ἡμέρας κρίσεως τῆς μεγάλης. ἐν τῷ καιρῷ ἐκείνῳ κατακαυθήσεται καὶ ταπεινωθήσεται, καὶ ἔσται κατακαιόμενον καὶ τηκόμενον ὡς κηρὸς ἀπὸ πυρός, οὕτως κατακαήσεται περὶ πάντων τῶν ἔργων αὐτοῦ. καὶ νῦν ἐγὼ λέγω ὑμῖν υἱοῖς ἀνθρώπων, Ὀργὴ μεγάλη καθ’ ὑμῶν, κατὰ τῶν υἱῶν ὑμῶν, καὶ οὐ παύσεται ἡ ὀργὴ αὕτη ἀφ’ ὑμῶν, μέχρι καιροῦ σφαγῆς τῶν υἱῶν ὑμῶν. καὶ ἀπολοῦνται οἱ ἀγαπητοὶ ὑμῶν καὶ ἀποθανοῦνται οἱ ἔντιμοι ὑμῶν ἀπὸ πάσης τῆς γῆς, ὅτι πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτῶν ἀπὸ τοῦ νῦν οὐ μὴ ἔσονται πλείω τῶν ἑκατὸν εἴκοσιν ἐτῶν. καὶ μὴ δόξητε ἔτι ζῆσαι ἐπὶ πλείονα ἔτη· οὐ γάρ ἐστιν ἐπ’ αὐτοῖς πᾶσα ὁδὸς ἐκφεύξεως ἀπὸ τοῦ νῦν, διὰ τὴν ὀργὴν ἣν ὠργίσθη ὑμῖν ὁ βασιλεὺς πάντων τῶν αἰώνων· μὴ νομίσητε ὅτι ἐκφεύξεσθε ταῦτα.
[Pan.] (11:1) καὶ τότε ἀνοίξω τὰ ταμεῖα τῆς εὐλογίας τὰ ὄντα ἐν τῷ οὐρανῷ, καὶ κατενεγκεῖν αὐτὰ ἐπὶ τὰ ἔργα, ἐπὶ τὸν κόπον τῶν υἱῶν τῶν ἀνθρώπων. (11:2) καὶ τότε ἀλήθεια καὶ εἰρήνη κοινωνήσουσιν ὁμοῦ εἰς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος καὶ εἰς πάσας τὰς γενεὰς τῶν ἀνθρώπων.
[Akhmim codex] (10:6) And on the day of the great judgment he will be led away into the burning. (10:7) And the earth will be healed, which the angels destroyed; and make known the healing of the earth, so that they may heal the plague, so that all the sons of men may not perish through the whole mystery which the Watchers commanded and showed to their sons. (10:8) And the whole earth was made desolate, destroyed by the works of the teaching of Azael; and against him write all the sins.” (10:9) And to Gabriel the Lord said: “Go to the mazereoi, to the spurious ones and the sons of fornication, and bring to ruin the sons of the Watchers from among humankind; send them in a war of destruction. For length of days is not theirs. (10:10) And there shall [not] be any petition for their fathers, even on their behalf, for they hope to live an everlasting life, and that each of them will live five hundred years.”
[Akhmim codex] (10:11) And he said to Michael: “Go and make known to Semiazas and to the rest who are with him, who mingled with the women so as to be defiled in them in their uncleanness. (10:12) And when their sons are slaughtered and they see the destruction of their beloved ones, then bind them for seventy generations in the valleys of the earth until the day of their judgment and of consummation, until the sentence of the age of the ages is accomplished. (10:13) Then they will be led away into the chaos of fire and into the torment and into the prison of the confinement of the age. (10:14) And as for whoever is burned up and destroyed from now on, they will be bound together with them until the completion of a generation. (10:15) Bring to ruin all the spirits of the spurious ones, and the sons of the Watchers, because they have wronged humankind. (10:16) And bring to ruin all injustice from the earth, and let every work of wickedness cease, and let the plant of righteousness and of truth appear into the ages; with joy it will be planted.
[Akhmim codex] (10:17) “And now all the righteous will escape, and they will be living until they beget thousands, and all the days of their youth and their sabbaths they will complete in peace. (10:18) Then the whole earth will be worked in righteousness, and a tree will be planted in it, and it will be filled with blessing. (10:19) And all the trees of the earth will exult; it will be planted, and they will be planting vines, and the vine which they plant, they will make thousands of jugs of wine from it; and of seed it will yield for each measure, of olives it will yield ten baths apiece. (10:20) And you, cleanse the earth from all uncleanness and from all injustice and from all sin and impiety, and wipe out all the uncleannesses that come about upon the earth. (10:21) And all the peoples will be serving, and all will be blessing me and bowing down in worship.
[Akhmim codex] (10:22) “And the whole earth will be cleansed from every defilement and from all uncleanness and wrath and scourge, and I will no longer send upon them, for all the generations of the age.”
[Syncellus] (10:1) Then the Most High spoke, and the Holy Great One spoke, and he sent Ouriel to the son of Lamech, saying: (10:2) “Go to Noah and say to him in my name, ‘Hide yourself,’ and make known to him an end that is coming: that the whole earth is perishing; and tell him that a deluge is about to come upon the whole earth, to bring to ruin everything from the face of the earth. (10:3) Teach the righteous one what he shall do, the son of Lamech, and he will preserve his soul for life, and he will escape through the age, and from him a plant will be planted, and it will be established for all the generations of the age.” (10:4) And to Raphael he said: “Go, Raphael, and bind Azael; shackle him hands and feet, and throw him into the darkness; and open the desert that is in the desert of Doudael, and when you have gone there, cast him in.
[Syncellus] (10:5) And lay beneath him sharp stones and rough stones, and cover darkness over him, and let him dwell there forever, and put a covering over his face, and let him not look upon light. (10:6) And on the day of the judgment he will be led away into the burning of the fire. (10:7) And heal the earth which the Watchers destroyed, and make known the healing of the plague, so that they may heal the plague and all the sons of men may not perish through the mystery which the Watchers spoke and taught their sons. (10:8) And the whole earth was made desolate by the works of the teaching of Azael; and upon it write all the sins.” (10:9) And to Gabriel he said: “Go, Gabriel, to the giants, to the spurious ones, to the sons of fornication, and bring to ruin the sons of the Watchers from among the sons of men; send them against one another, from themselves against themselves, in war and in destruction. And length of days will not be theirs…
[Syncellus] (10:10) …and there is no petition for their fathers, for they hope to live an everlasting life, and that each of them will live five hundred years.” (10:11) And to Michael he said: “Go, Michael, bind Semiazas and the others with him who mingled with the daughters of men so as to be defiled in them in their uncleanness. (10:12) And when their sons are slaughtered and they see the destruction of their beloved ones, bind them for seventy generations in the valleys of the earth until the day of their judgment, until the day of the completion of the consummation, until the sentence of the age of the ages is accomplished. (10:13) Then they will be carried off into the chaos of fire and into the torment and into the prison of the confinement of the age. (10:14) And whoever is condemned and destroyed from now on will be bound with them until the completion of their generation.” And from the mountain on which they swore and bound one another under a curse, each to his neighbour: that forever cold and snow and frost shall never depart from it, and dew shall never come down upon it, unless it comes down upon it as a curse, until the day of the great judgment. At that time it will be burned up and brought low, and it will be burning and melting like wax before fire; so it will be burned up on account of all its works. And now I say to you, sons of men: great wrath is against you, against your sons, and this wrath will not cease from you until the time of the slaughter of your sons. And your beloved ones will perish and your honoured ones will die from all the earth, because all the days of their life from now on will not be more than one hundred and twenty years. And do not think to live yet more years; for there is no way of escape for them from now on, because of the wrath with which the King of all the ages has become angry with you. Do not suppose that you will escape these things.
[Akhmim codex] (11:1) “And then I will open the storehouses of blessing that are in heaven, to bring them down upon the works, upon the labour of the sons of men. (11:2) And then truth and peace will be joined in fellowship together for all the days of the age and for all the generations of humankind.”
This edition sets the verbatim Hebrew beside a fresh English rendering and a critical apparatus: a running commentary on the passage, notes on the controlled vocabulary and the rendering chosen for each term, and cross-references to the lexicon and to related sections. It is a provisional scholarly draft, released openly for correction and not yet reviewed by a credentialed editor.
Controlled terms noted in this passage: aion (rendered as age), angelos (rendered as angel), archangeloi (rendered as named-archangel), azael (rendered as azael), desmoterion (rendered as prison), dendron (rendered as tree), dikaios (rendered as righteous), egregoros (rendered as watcher), gigas (rendered as giant), ho-hagios-ho-megas (rendered as holy-great-one), hypsistos (rendered as most-high), krisis (rendered as judgment), mysterion (rendered as mystery), oros (rendered as mountain), pneuma (rendered as spirit), psyche (rendered as soul), semiazas (rendered as semiazas), hagios (rendered as holy-one). For each, the apparatus carries the sense set and the reason for the rendering chosen.